Documentos de Académico
Documentos de Profesional
Documentos de Cultura
El aoristo pasivo fuerte, que es una forma antigua, tiene, con frecuencia, valor intransitivo.
φαίνω (φαν-)
1. ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν, καὶ ἐν τῷ πνεύματι
ὑμῶν.
2. καὶ ἔβαλεν ὁ καθήμενος ἐπὶ τῆς νεφέλης τὸ δρέπανον αὐτοῦ ἐπὶ τῆν γῆν, καὶ ἐθερίσθη
ἡ γῆ.
3. ἀποκριθεὶς δὲ ὁ ᾽Ιησοῦς εἶπεν αὐτῷ· μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σᾶρξ καὶ αἷμα
οὐκ ἀπεκάλυψέν σοι.
4. καὶ ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ εὐθὺς ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ
ἐλάλει ὀρθῶς.
5. ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ᾽αὐτόν· ᾽Ιησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.
6. λογίζομαι γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν
ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
7. ὁ μὲν οὖν Κύριος ᾽Ιησοῦς μετὰ τὸ λαλῆσαι αὐτοῖς ἀνελήμφθη εἰς τὸν οὐρανὸν καὶ
ἐκάθισεν ἐκ δεξιῶν τοῦ Θεοῦ.
ΚΑΤΑ ΙΩΑΝΝΗΝ
1:7 οὖτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες
πιστεύσωσιν δι᾽αὐτοῦ.
1:9 ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον.
1:10 ἐν τῶ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.