ΤΑ ΔΕΝΔΡΑ

Miguel Ángel Prades/ Ángel Luis Gallego
IES Francesc Ribalta de Castellón/IES Vegas Bajas de Montijo

ΤΑ ΔΕΝΔΡΑ
1. Antes de escuchar los audios:

Pregunta a tu compañero si conoce cómo se recogen las aceitunas de
los olivos. Relaciona las palabras siguientes con esta labor:

αἱ ἐλαῖαί

ἡ ῥάβδος

ὁ καρπός

τὸ ἔλαιον ὁ σάκκος

τύπτω

Dile a tu compañero que realice las siguientes acciones:

o ἀνάβαινε ἐπὶ τὸ δένδρον
o κατάσειε τὸν καρπόν
o ὀλίσθανε
o πίπτε πρὸς τὴν γῆν
o τὴν Μυρρίνην κάλει
o τὰς ἐλαίας φέρε
2. Escucha cada audio y responde a las siguientes preguntas:

Audio 3.1
1. Ποῖ εἰσβαίνουσιν ὅ τε πατὴρ καὶ ὁ παῖς;
2. Τί ἐστι ἐπὶ τοῖς δένδροις;
3. Διὰ τί χαῖρει ὁ Δικαιόπολις;
Audio 3.2
1. Ποῖ ὁ Δικαιόπολις τὸν Φίλιππον ἄγει;
2. Διὰ τί ὁ Φίλιππος οὐ ἐθέλει πρὸς τὸ δένδρον ἀναβαίνειν;
Audio 3.3
4. Διὰ τί φόβος λαμβάνει τὸν Δικαιόπολιν;
5. Πῶς ἔχει ὁ παῖς;

Audio 3.4

1. Τί λέγει ὁ μὲν οὖν Δικαιόπολις τὸν Φίλιππον;

ΤΑ ΔΕΝΔΡΑ

Miguel Ángel Prades/ Ángel Luis Gallego
IES Francesc Ribalta de Castellón/IES Vegas Bajas de Montijo

2. Τί ποιοῦσιν ἐν τῷ οἴκῳ;

...Καὶ σύ, πῶς ἔχεις;
3. Después de escuchar los audios, completa con la palabra adecuada. No te
olvides de utilizar el caso o la forma verbal correcta:
ἀγνοῶ ἀκίνητος γῆ ἐκεῖ ἐξαίφνης καλῶς μήτηρ οἴκαδε τρέχω φιλῶ
φόβος

1. Ὁ μὲν Φίλιππος τὰς ἐλαίας τύπτει καὶ κατασείει εἰς τὴν __________.
(tierra)
2. Ὁ δὲ Δικαιόπολις οὐκ __________ ὅτι ὁ παῖς ἐστι μέγας τε καὶ
ἀνδρεῖος. (ignora)
3. __________ ὀλισθάνει ὁ παῖς καὶ πίπτει πρὸς τὴν γῆν. (de pronto)
4. Μένει __________ ἀκίνητος ὁ Φίλιππος. (allí)
5. Τὸν Δικαιόπολιν __________ μέγας λαμβάνει. (miedo)
6. __________ οὖν πρὸς τὸν Φίλιππον καὶ «ἔπαιρε σεαυτόν» φησίν.
(corre)
7. Ὁ δὲ παῖς ἔτι __________ μένει. φόβος μέγας καὶ τὴν Μυρρίνην
λαμβάνει. (inmóvil)
8. Ἡ δὲ Μυρρίνη __________ τοῦ Φιλίππου ἐστίν. (madre)

4. Ejercicio de vocabulario
Ordena

ΤΑ ΔΕΝΔΡΑ

Miguel Ángel Prades/ Ángel Luis Gallego
IES Francesc Ribalta de Castellón/IES Vegas Bajas de Montijo

φιλεῖ

Τὸ ἐλαίας δένδρον

αἱ ἐλαῖαι

ὁ σάκκος

ὀλισθάνει

Transcripción

ΤΑ ΔΕΝΔΡΑ

Miguel Ángel Prades/ Ángel Luis Gallego
IES Francesc Ribalta de Castellón/IES Vegas Bajas de Montijo

1. Ἐπεὶ δὲ εἰς τὸν ἀγρὸν εἰσβαίνουσιν ὅ τε πατὴρ καὶ ὁ παῖς, ὁ
Δικαιόπολις βλέπει πρὸς τὰ ἐλαίας δένδρα· πολλὰ γάρ ἐστι τὰ
δένδρα ἐν τῷ ἀγρῷ, καὶ ἐπὶ τοῖς δένδροις πολλαὶ ἐλαῖαί εἰσιν.
ἔπειτα πρὸς δένδρον μακρὸν προσχωρεῖ καί, «ἰδού, Φίλιππε,»
φησίν, «ἀνάβαινε ἐπὶ τὸ δένδρον καὶ κατάσειε τὸν καρπόν.» ὁ
οὖν Φίλιππος ῥάβδον λαμβάνει ἰσχυρὰν καὶ ἐπὶ τὸ δένδρον
ἀναβαίνει. ἔπειτα δὲ τὰς ἐλαίας τύπτει καὶ κατασείει εἰς τὴν
γῆν. Ὁ δὲ Δικαιόπολις τοὺς καρποὺς συλλέγει τε καὶ εἰς σάκκον
φέρει. οἱ δὲ καρποὶ πολλοί τε καὶ καλοί εἰσιν. ὁ οὖν Δικαιόπολις
χαίρει. οὐκ ἀγνοεῖ γὰρ ὅτι ἀπὸ τοσούτων καρπῶν μέλλει πολὺ
ἔλαιον ποιεῖν.

2. Πολὺν οὖν χρόνον πονοῦσιν ὅ τε πατὴρ καὶ ὁ παῖς. ὁ μὲν οὖν
Φίλιππος ἐπὶ πολλὰ δένδρα ἀναβαίνει καὶ τοὺς καρποὺς
κατασείει· οἱ δὲ καρποὶ ἀπὸ τῶν δένδρων πίπτουσιν, καὶ ὁ
Δικαιόπολις αὐτοὺς συλλέγει. τέλος δὲ ὁ Δικαιόπολις τὸν
Φίλιππον πρὸς δένδρον μάλα μακρὸν ἄγει καὶ, «ἰδού, ὦ
Φίλιππε,» φησίν, «τοῦτο τὸ δένδρον πολὺν καρπὸν ἔχει.
ἀνάβαινε οὖν καὶ κατάσειε τὸν καρπόν.» ὁ δὲ Φίλιππος, «οὐ
δυνατόν ἐστιν, ὦ πάτερ,» φησίν, «ἐπὶ τοσοῦτον δένδρον
ἀναβαίνειν. ἐγὼ δὲ μάλα κάμνω.» ὁ δὲ Δικαιόπολις, «μὴ ἀργὸς
ἴσθι, ὦ παῖ,» φησίν, «δυνατὸν γάρ ἐστιν ἐπὶ τὸ δένδρον
ἀναβαίνειν. σπεῦδε.»

3. ὁ οὖν Φίλιππος πρὸς τὸ δένδρον προσχωρεῖ καὶ βραδέως
ἀναβαίνει. ἐξαίφνης δὲ ὀλισθάνει καὶ πίπτει πρὸς τὴν γῆν, καὶ
μένει ἐκεῖ ἀκίνητος. φόβος οὖν τὸν Δικαιόπολιν λαμβάνει.
τρέχει οὖν πρὸς τὸν Φίλιππον καὶ, «ἔπαιρε σεαυτόν,» φησίν, «ὦ
παῖ, τί πάσχεις;» ὁ δὲ ἔτι ἀκίνητος μένει. ὁ οὖν Δικαιόπολις
τρέχει πρὸς τὸν οἶκον καὶ τὴν Μυρρίνην καλεῖ -ἡ γὰρ Μυρρίνη
μήτηρ τοῦ Φιλίππου ἐστίν- καὶ, «ἐλθὲ δεῦρο, ὦ Μυρρίνη,»
φησίν· «ὁ γὰρ Φίλιππος ἀπὸ δένδρου πέπτωκεν.» ἡ δὲ Μυρρίνη
ἐκβαίνει ἐκ τοῦ οἴκου καὶ τρέχει μετὰ τὸν Δικαιόπολιν πρὸς τὸν

ΤΑ ΔΕΝΔΡΑ

Miguel Ángel Prades/ Ángel Luis Gallego
IES Francesc Ribalta de Castellón/IES Vegas Bajas de Montijo

ἀγρόν. ἐπεὶ δὲ εἰσβαίνουσιν εἰς τὸν ἀγρόν, ἤδη ἐπαίρει ἑαυτὸν
ὁ Φίλιππος· καλεῖ οὖν αὐτοὺς καί, «μὴ φόβον ἔχετε,» φησίν,
«ἐγὼ γὰρ καλῶς ἔχω.»

4. Ὁ μὲν οὖν Δικαιόπολις μάλα χαίρει, ἡ δὲ μήτηρ προσχωρεῖ καὶ
φιλεῖ αὐτὸν καὶ «ὦ παῖ,» φησίν, «ἆρα καλῶς ἔχεις;» ὁ δέ, «ναί,
ὦ μῆτερ,» φησίν, «καλῶς ἔχω.» ὁ δὲ Δικαιόπολις, «μάλα
ἀνδρεῖος εἶ,» φησίν, «ὦ παῖ, νῦν δὲ μηκέτι πόνει· κάμνεις γάρ.
καιρός ἐστιν οἴκαδε βαδίζειν καὶ ἡσυχάζειν.» ὁ μὲν οὖν
Δικαιόπολις τὰς ἐλαίας φέρει, ἡ δὲ Μυρρίνη τὸν Φίλιππον ἄγει.
ἐπεὶ δὲ εἰς τὸν οἶκον εἰσβαίνουσιν, ἡσυχάζουσι καὶ δειπνοῦσιν.

Sign up to vote on this title
UsefulNot useful