Está en la página 1de 5

Un niño griego en casa 1

ΔΙΔΑΣΚΑΛΟΣ ΚΑΙ ΤΑ ΤΟΥ ΔΙΔΑΣΚΑΛΕΙΟΥ gramática

οὐκ ἔχομεν ἡμεῖς, ὥσπερ καὶ ὑμεῖς, οἶκον μέγιστον ἐν ᾧ διδάσκουσι πολλοὶ διδάσκαλοι·
παρ᾽ ὑμῖν γάρ ἐστιν οἶκος ὃς πολλὰ ἔχει δωμάτια, ἄλλα μὲν μεγάλα, ἄλλα δὲ μικρότερα·
εἰσὶ δὲ καὶ διδάσκαλοι πολλοί, εἷς μὲν ἀρχιδιδάσκαλος, ἕτεροι δ’ ὑποδιδάσκαλοι. ἐμοὶ δ’
ἐστὶ παιδαγωγὸς μέν, ὃς δοῦλός ἐστι, καὶ ἄγει με εἰς τὴν κώμην παρὰ τὸν διδάσκαλον·
διδάσκει δ’ ὁ διδάσκαλος ἢ ἐν τῇ ἑαυτοῦ οἰκιᾷ ἢ ἐν τῇ αὐλῇ, ἢ ὑπὸ τῶν δένδρων ἔξω.

ὑμεῖς μὲν γράφετε καλάμοις ἐν παπύρῳ ἢ γύψῳ ἐν τῷ τοίχῳ· ἡμεῖς δὲ γράφομεν στύλῳ ἐν
πινακίῳ, ἢ ξύλῳ ἐπὶ τῆς γῆς. ἆρ᾽ ἀγνοεῖ, ποῖα ἐστὶ τὰ πινάκια ἡμῶν; λέγω δή. ξύλινα μέν
ἐστι ταῦτα τὰ πινάκια, ἔστι δ’ ἐπ᾽ αὐτῶν μάλθα ἐν ᾗ γράφομεν τοῖς στύλοις· καὶ μετὰ
ταῦτα λεαίνομεν τὴν μάλθαν, καὶ λεία ἐστὶν ἤδη· ὥστε γράφομεν πολλάκις ἐν τῇ αὐτῇ
μάλθῃ· οὕτως οὐ δεῖ ἡμῖν πολλῶν πινακίων, τὰ δὲ αὐτὰ πινάκια ἱκανά ἐστιν. ἆρ’ ἀγνοεῖς
τὴν μάλθαν, ὅ τι ἐστί; ἦ που δεινὸς εἶ σύ γε μανθάνειν.

γράφομεν δὴ οὕτως. γάμμα ῥῶ ἄλφα φῖ οὖ μῦ εἶ νῦ, τοῦτ᾽ ἐστί, γράφομεν· εἶ πῖ ἰῶτα, ἐπί·
ταῦ οὖ ὖ, τοῦ· πῖ ἰῶτα νῦ ἄλφα κάππα ἰῶτα οὖ ὖ, πινακίου. γράφομεν δὲ καλῶς· οὐ γὰρ
ἐθέλομεν πληγὰς λαμβάνειν. καὶ γὰρ ἔχει ξύλον ὁ διδάσκαλος, ᾧ παίει ἡμᾶς ἐνίοτε· ἀλλ’
οὐ πολλάκις παίει τὰ παιδία τῷ ξύλῳ, ἐπεὶ εὔκολός ἐστιν. οἱ δὲ δύσκολοι διδάσκαλοι
πολλάκις παίουσι τὰ παιδία, ἐν ᾧ χρόνῳ διδάσκουσιν.

πρὸς δὲ τούτοις μανθάνομεν ἀναγιγνώσκειν τὰ τῶν ποιητῶν, καὶ δὴ καὶ ἐκμανθάνομεν,


ὥστε λέγειν ἄνευ πινακίου καὶ ἄνευ βιβλίου. ποιητῶν τοι ὁ μέγιστός ἐστιν Ὅμηρος,
μανθάνομεν δὲ ἀναγιγνώσκειν τὰ τοῦ Ὁμήρου, καὶ τὰ Ἰλιακὰ καὶ τὴν Ὀδυσσείαν. μαθηταί
ἐσμεν καλοί, καὶ μανθάνομεν εὖ, ἐπεὶ οὕτως εὔκολός ἐστιν ὁ διδάσκαλος· ὁ δὲ σοφώτατός
τίς ἐστι, καὶ δυνατός ἐστι λέγειν πάντα τα Ὁμηρικὰ ἄνευ βιβλίου.

MORFOLOGÍA

 Nominal
N -α -αι
 Declinación alfa impura V -α -αι
A -αν -ας
 en Sing. N, V, A α G, D  η G -ης -ῶν
D -ῇ -αις
Sing. Plu.

 ὥστε γράφομεν πολλάκις ἐν τῇ αὐτῇ μάλθῃ·

ἆρ’ ἀγνοεῖς τὴν μάλθαν, ὅ τι ἐστί; ἦ που δεινὸς εἶ σύ γε μανθάνειν.


Un niño griego en casa 2
ΔΙΔΑΣΚΑΛΟΣ ΚΑΙ ΤΑ ΤΟΥ ΔΙΔΑΣΚΑΛΕΙΟΥ gramática

 Pronombres Personales

N ἐγώ ἡμεῖς N σύ ὑμεῖς


A ἐμέ/μέ ἡμᾶς A σέ ὑμᾶς
G ἐμοῦ, μοῦ ἡμῶν G σοῦ ὑμῶν
D ἐμοί,μοί ἡμῖν D σοί ὑμιν

ὥσπερ καὶ ὑμεῖς, οἶκον μέγιστον ἐν ᾧ διδάσκουσι πολλοὶ διδάσκαλοι·


 καὶ ἄγει με εἰς τὴν κώμην παρὰ τὸν διδάσκαλον·
καὶ γὰρ ἔχει ξύλον ὁ διδάσκαλος, ᾧ παίει ἡμᾶς ἐνίοτε·

 Pronombres Reflexivos

ἐμοῦ + αὐτοῦ Σοῦ+ αὐτοῦ


A ἐμαυτόν, ήν ἡμᾶς αὐτούς, άς A Σεαυτόν, ήν ὑμᾶς αὐτούς, άς
G ἐμαυτοῦ ἡμῶν αὑτῶν G Σεαυτοῦ, ῆς ὑμῶν αὐτῶν
D ἐμαυτῷ ἡμῖν αὐτοῖς, αῖς D Σεαυτῷ, ῇ ὑμῖν αὐτοῖς, αῖς
Sing. Plu. Sing. Plu.

A ἑαυτόν, ήν, ό ἑαυτούς, άς, ά


G ἑαυτοῦ, ῆς ἑαυτῶν
D ἑαυτῷ, ῇ ἑαυτοῖς, αῖς
Sing. Plu.

 διδάσκει δ’ ὁ διδάσκαλος ἢ ἐν τῇ ἑαυτοῦ οἰκιᾷ ἢ ἐν τῇ αὐλῇ, ἢ ὑπὸ τῶν δένδρων ἔξω.

 Adverbios

Πότε;¿cuándo? ἐνίοτε a veces


ἤδη ahora, ya
πολλάκις muchas veces

 ὥστε γράφομεν πολλάκις ἐν τῇ αὐτῇ μάλθῃ· οὕτως οὐ δεῖ ἡμῖν πολλῶν


πινακίων, τὰ δὲ αὐτὰ πινάκια ἱκανά ἐστιν.

 καὶ γὰρ ἔχει ξύλον ὁ διδάσκαλος, ᾧ παίει ἡμᾶς ἐνίοτε·

 καὶ μετὰ ταῦτα λεαίνομεν τὴν μάλθαν, καὶ λεία ἐστὶν ἤδη·
Un niño griego en casa 3
ΔΙΔΑΣΚΑΛΟΣ ΚΑΙ ΤΑ ΤΟΥ ΔΙΔΑΣΚΑΛΕΙΟΥ gramática

 Conjunciones

 disyuntivas: indican alternancia exclusiva o excluyente ἤ o


ἤ-ἤ Bien…o
 διδάσκει δ’ ὁ διδάσκαλος ἢ ἐν τῇ ἑαυτοῦ οἰκιᾷ ἢ Οὐ-οὐδέ (οὐδ’) No…ni
ἐν τῇ αὐλῇ, ἢ ὑπὸ τῶν δένδρων ἔξω.

 Preposiciones

 παρά ( rige Dat. Acc. Gen.) . παρά τῷ “por, con (pcpal personas)”

. παρά τόν “a, hacia”, τοῦ.

 παρ᾽ ὑμῖν γάρ ἐστιν οἶκος ὃς πολλὰ ἔχει δωμάτια

 καὶ ἄγει με εἰς τὴν κώμην παρὰ τὸν διδάσκαλον· διδάσκει δ’ ὁ διδάσκαλος

 ὑπό ( ὑπ’, ὑφ’) ( rige Gen. Acc. Dat.) ὑπὸ τοῦ, “debajo de”, τῷ, τὸν.

 διδάσκει δ’ ὁ διδάσκαλος ἢ ἐν τῇ ἑαυτοῦ οἰκιᾷ ἢ ἐν τῇ αὐλῇ, ἢ ὑπὸ τῶν


δένδρων ἔξω.

 μετά ( rige Acc. Gen.) μετὰ τόν “después, junto a” ; μετὰ τοῦ

 καὶ μετὰ ταῦτα λεαίνομεν τὴν μάλθαν

 πρός (rige Dat. Gen. Acc.) πρός τῷ, τοῦ,τόν

 πρὸς δὲ τούτοις μανθάνομεν ἀναγιγνώσκειν τὰ τῶν ποιητῶν,

 ἐπί ( rige Gen. Dat.) ἐπὶ τοῦ “en, a” ἐπὶ τῷ

 ἔστι δ’ ἐπ᾽ αὐτῶν μάλθα ἐν ᾗ γράφομεν τοῖς στύλοις·


[Escribir el nombre de la compañía] 4
ΔΙΔΑΣΚΑΛΟΣ ΚΑΙ ΤΑ ΤΟΥ ΔΙΔΑΣΚΑΛΕΙΟΥ

 Verbal

 Presente de Indicativo Desinencias Primarias


(verbos en –ω)

raíz verbal + desinencia personal ἐγώ -ω


Σύ -ει.ς
 οὐκ ἔχομεν ἡμεῖς Αὐτός, ή, ό -ει
ἡμεῖς -ο.μεν
 ὑμεῖς μὲν γράφετε καλάμοις ὑμεῖς -ε.τε
ἐν παπύρῳ. Αὐτοι, αί, ά -ουσιν

 Presente de Infinitivo (verbos en –ω)

raíz verbal + - ειν

 ἦ που δεινὸς εἶ σύ γε μανθάνειν.

 μανθάνομεν δὲ ἀναγιγνώσκειν τὰ τοῦ Ὁμήρου

 οὐ γὰρ ἐθέλομεν πληγὰς λαμβάνειν.

SINTAXIS

 Casual

 DATIVO

 INSTRUMENTAL (instrumento con el que se hace algo)  C. C. DE INSTRUMENTO

ὑμεῖς μὲν γράφετε καλάμοις ἐν παπύρῳ ἢ γύψῳ ἐν τῷ τοίχῳ.

τίνι γράφετε ἐν παπύρῷ; γράφετε καλάμοις

ἡμεῖς δὲ γράφομεν στύλῳ ἐν πινακίῳ, ἢ ξύλῳ ἐπὶ τῆς γῆς.

τίνι γράφομεν ἐν πινακίῳ; γράφομεν στύλῳ

 POSESIVO (indica la persona a cuya disposición hay algo)

dat + nom + ἐστιν = nom + acus + ἔχει

ἐμοὶ δ’ ἐστὶ παιδαγωγὸς : ἐγώ παιδαγογὸν ἔχω


[Escribir el nombre de la compañía] 5
ΔΙΔΑΣΚΑΛΟΣ ΚΑΙ ΤΑ ΤΟΥ ΔΙΔΑΣΚΑΛΕΙΟΥ

 Formas no personales del verbo

 INFINITIVO

Τί;  C. DIRECTO

 οὐ γὰρ ἐθέλομεν πληγὰς λαμβάνειν.

Τί οὐ ἐθέλομεν; πληγὰς λάμβάνειν

 μανθάνομεν δὲ ἀναγιγνώσκειν τὰ τοῦ Ὁμήρου, καὶ τὰ Ἰλιακὰ καὶ τὴν


Ὀδυσσείαν

τί μανθάνομεν; ἀγαγιγνώσκειν τὰ του Ὁμήρου, καὶ τὰ Ἰλιακὰ καὶ τὴν Ὀδυσσείαν.

 Complemento de adjetivo

 ἦ που δεινὸς εἶ σύ γε μανθάνειν.  σύ εἶ δεινὸς μανθάνειν

 Oracional

 oraciones subordinadas adverbiales

. ὥστε + infinitivo o indicativo  consecutiva  indican la consecuencia de la acción o del


estado expresado en la oración principal.

 καὶ δὴ καὶ ἐκμανθάνομεν, ὥστε λέγειν ἄνευ πινακίου καὶ ἄνευ βιβλίου.

2. ἐπεὶ + indicativo  temporal (πότε;)


 indican las circunstancias de tiempo en el
que se realiza la acción de la oración principal

 ἀλλ’ οὐ πολλάκις παίει τὰ παιδία τῷ ξύλῳ, ἐπεὶ εὔκολός ἐστιν.