Documentos de Académico
Documentos de Profesional
Documentos de Cultura
ΑΡΙΘΜΟΣ gramática
ἀριθμῶ μὲν τοὺς ἐν τῇ οἰκίᾳ ἀνθρώπους· καὶ πέντε ἐσμέν. ἀριθμῶ δὲ τὰ τῆς οἰκίας οἰκήματα, καὶ
δέκα ἐστίν. ἀριθμῶ δὲ καὶ τοὺς δίφρους ὅσοι ἔνεισι· καὶ οὗτοι εἴκοσίν εἰσι μάλιστα. τὰς δὲ κλίνας
ἀριθμῶ· εἰσὶ δ᾽ ἕξ. τας δὲ τραπέζας ἀριθμῶ· τρεῖς εἰσιν. πόσους ἔχεις ὀφθαλμούς; ἀριθμῶ τοὺς
ὀφθαλμούς· ἔχω δἐ ὀφθαλμοὺς δύο ἔγωγε, δύο δ’ ἔχεις καὶ σύ, καὶ δὴ καὶ ἕκαστός τις, εἰ μή γ’ οἱ
τυφλοί· ὁ γὰρ τυφλὸς οὐκ ἔχει ὀφθαλμούς, ἢ οὐχ ὁρᾷ γε τοῖς ὀφθαλμοῖς· ἡμῶν δ’ οὐδεὶς τυφλός. καὶ
εἰσὶ τυφλοὶ οἵ ὁρῶσι τῷ ἑτέρῳ ὀφθαλμῷ· τούτους λέγομεν ἑτεροφθάλμους. ὤμους δὲ ἔχει ἕκαστος
δύο. καὶ δακτύλους ἔχω εἴκοσι, δέκα μὲν ἄνω, δέκα δὲ κάτω. ἀλλ’ οὐκ ἔχω νῦν λέγειν τὰ ἄλλα
ὄργανα· ἄλλῳ γὰρ ὀργάνῳ ἀκούω, ἄλλῳ, δὲ ὀργάνῳ βαδίζω, ἄλλῳ δὲ ἐσθίω, καὶ τὰ λοιπὰ οὕτως.
MORFOLOGÍA
Nominal
Pronombre Interrogativo
Numerales
Pronombre Relativo
SINTAXIS
Casual
ἄλλῳ γὰρ ὀργάνῳ ἀκούω, ἄλλῳ, δὲ ὀργάνῳ βαδίζω, ἄλλῳ δὲ ἐσθίω, καὶ τὰ λοιπὰ
οὕτως.
Oracional